ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇνειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστοςΖεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.ὣς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶταοἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷΖεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκονθήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιοοὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφηἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσεδακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼννόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζωνδάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθωνπόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν