Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖοὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσιΖεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆοςμνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστωσκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιολαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχωννύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασινοἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴνἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηταιοὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχωνἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.