ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθαΤηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.