ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺςἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλειαἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθεπάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμενμῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπειακεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳδείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν