τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκενἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαιἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστηἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχισταΛαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήναςἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασινὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκονμὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαιἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶνεὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίωπάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαοἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσιδώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο.ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσαεἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,