κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιοἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντεςὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶνὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼνἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργαφαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλομνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷοἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴνἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσεδακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼνηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποιἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦθυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηταιπατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτληδίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιοοἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζονπᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.