τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Ἐυπείθεος υἱός·νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷκοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦθῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷαἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησαΜέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖονχθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναιπίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθηΤηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτωςνῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷΖεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξωἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστοςμύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰςαὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·