ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσειςεὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρονπυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις·τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψεκεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιοδίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντεςἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼνἈντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆςἬλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποιδώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντοἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.