σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίηςἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήταςὨκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισινἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖοστῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρονἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειταδώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσινἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμηνἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούωντέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροιἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·