ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴηςκαὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦδάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσενΑἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸνχρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστουςεἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶνἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνενδειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτωκλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχισταπείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστηςκτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωραὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε,ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.