μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθακείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπαςὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσαςπλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺςἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσεδήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντοςνεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺςκνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήενταβοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γεἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαιἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳΑἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦςἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσαςἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι