ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντεἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσινἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεννωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδηὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσενδέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰπορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαοςεἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως,ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶμῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,