ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρδήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησανπάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκονμὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρχαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαιἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτηδῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τεοὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τεἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,οἷον Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοιἈργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλεδαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς