ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαιἈντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρεἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίωνὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντααὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρχευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονταιΤηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸνχαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτιςΑἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουραφάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντωνἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδεἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳΖεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισικαὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,