αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρτῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιοἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοιεἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλωνἈργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκενηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧκαὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέαςἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναιΝέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖοοἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γετέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼςἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲνκλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστοςἈργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε