ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιοἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκενἈλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ ΘήβῃςΑἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσενἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσανήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδεἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαιοὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳκεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρεςὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆιμυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησενἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνεινἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.