οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσινυἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσεδωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαιΜυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθηςἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμαγείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸςφορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντεἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺςἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππουςξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλουςὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,