ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰςἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδηςὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρχέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃεὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδηςἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένονταςαὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξανθυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτιςΝέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείηςἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνονπάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψανδίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνονλεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντοοἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππουςζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκενὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.