χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδαΠαλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνουσπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισινεὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃςἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴνσύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαιξείνους, οἵ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθεοἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνταιψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδαθαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνηθῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτοἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.