ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶνΝηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντοἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τεΠερσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχισταἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαινανπάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθωἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσωδμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦςἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσηςΤηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺςὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,ἄκμονά τε σφῦράν τʼ ἐυποίητόν τε πυράγρην,οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνηἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρχρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευενἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι