κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδηφράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαιΝέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρονΑἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃπλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμενἈτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψανκείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μινκλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλουςἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιοπόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲςδῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλενἈτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμηνκάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλωνοἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,