τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶοἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺςἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιοδήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γεἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσαςοἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνωνὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περκαὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴμοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·