χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάωνἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴητοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλαθῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησαςἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆοςζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶπάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρονΑἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαοπαῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτεπάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλωςκρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσουβοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ ΜενελάῳἼλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·