ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιοἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντωνὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν εἴσιδε πάντας·αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἦρχε δʼ Ὀδυσσεύς.τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν ἈθήνηΜέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών,ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷοὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη