ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺςἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆοςφαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνωνθῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως ἉλιθέρσηςΜαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτινἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·οὐ γάρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθειπείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλενἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴντεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;