οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπειανοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύςὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆαδεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλοςμυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστονπέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς·τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺςὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαιἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆαςτισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτοζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς.ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸςἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,