ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτηνταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνηἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάωνεἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνεινἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσαπολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσενμήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέρονταἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺςμειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτεςμίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσαςἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν