κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντιοἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμηνδῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴνεἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκασταπαιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶνἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηναςδώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστοςἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷεἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντεςἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲπάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτηνπροὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.