ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψεκαὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνονσὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴηςἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσουθηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρκλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦροἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθαςνηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμωνπλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπειμίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσανχεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδηδριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·