ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσειθηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντοκαλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸςΛαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυονδμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέρονταἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺςἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γεαἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκοςᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶναῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείαςκνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεναἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺςγήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸνκύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκασταεἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.