ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσιβαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείραςἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγετόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖονευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσιτόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺςδεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷκτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴςκράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦνσώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέωνκατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖταιἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴνἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ