Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτοἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶνκαλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγειὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιοτρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσινὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφινἙρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρωνἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆοςκαὶ Πατροκλῆος καὶ ἀμύμονος ἈντιλόχοιοΑἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τετῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαοἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷοἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσεςδήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλενμοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοικτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίηςκεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.