δήνεα εἴρυσθαι, μάλα περ πολύϊδριν ἐοῦσαν.ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαιἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴνἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποιἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸνἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσαςἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαιοὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊγνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖνσήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασονπειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι