κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτωνἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσεΤηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσινἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσινἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτονἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲκαὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζονμνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείηπᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺςὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθαοἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇεἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶνοὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων