αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντιἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶνἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνηνυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.