ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρουςμητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε ΧάρυβδινΣκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷΖεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροιπάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκεθήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντοκαὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνοςλυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸνεὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειανὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺςεὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλωνἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστονκλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοιἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶδώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·