ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃγήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴνἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευενἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειταἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτηςπαῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκενἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνοςπῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειταἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴνἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτοκαὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαιἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλαπόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρουςπάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,