οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδηἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖραςδειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλισταἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντεἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισινἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσινἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶνἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷλυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξαςεὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδενηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,