ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράωνκῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσαςἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸςλέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζωοὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθαἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺςὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴηκαὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼνῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκταιἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷεὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.