κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστηνμῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοιἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημιἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύςτοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειανἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηταιἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξωἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειταφρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντοπρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸςφόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσεμολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶνἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιοεἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳΕὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνημείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητοςοὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνητέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·