γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαιὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκονκήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανταιἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσανταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρειςἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺςᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαιαὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοιἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσαγρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκεμοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα