σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺςἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸςφάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃκάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζεκαὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳθυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισιλακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιοἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆΤηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχοςαὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶνἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειεφασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρεκαὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαναὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃκαὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼκαὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳβάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο