οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειανἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμουςἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺςεὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆοςἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμουςχεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρεικλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.