δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέωνψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺςαὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζαςὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτηςλίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιοξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμηντάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦανμητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιοκίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαιἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαιςδειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷτάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τεεἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·