εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεναἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκεςδμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρσημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόενταεἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύςμή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶνἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκειἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτηνεἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζαςὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,