ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμαἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείηνΤηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶμή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρονκτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζεἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶνζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσιπεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆεςκοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσηςδικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντεςκύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶνδμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.