τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρβεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπανεἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσινμῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκαςἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺςοὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖταδουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχενὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησενὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴγίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶματύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴςκράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισινεἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλουςπαύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼςκείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·