μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺςδώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιοβεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμιμνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασινἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦραἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦραἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιοβεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷλίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.