τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦτέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο,ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺςμνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷςἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷαςζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατραςοὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκήοἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσινΜέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζενἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρονἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.