βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃπολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺςσχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθενἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντεκίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσωκουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷεὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσενυἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντεκίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάωνλήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖςαἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·